Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.53 | Dem. 20.56 (English) | >>Dem. 20.60 |
20.55ἃ μὲν ἐψηφίσασθε τοῖς φεύγουσιν διʼ ὑμᾶς Κορινθίων ταῦτʼ ἐστίν , ὦ ἄνδρες δικασταί . ὅρα δέ , εἴ τις ἐκείνους τοὺς καιροὺς εἰδὼς ἢ παρὼν ἤ τινος εἰδότος διεξιόντος ἀκούσας , ἀκούσαι τοῦ νόμου τούτου τὰς τότε δωρειὰς δοθείσας ἀφαιρουμένου , ὅσην ἂν κακίαν τῶν θεμένων τὸν νόμον καταγνοίη , οἳ παρὰ μὲν τὰς χρείας οὕτω φιλάνθρωποι καὶ πάντα ποιοῦντες , ἐπειδὴ δʼ ἐπράξαμεν πάνθʼ ὅσʼ ἂν εὐξαίμεθα , οὕτως ἀχάριστοι καὶ κακοί , ὥστε τούς τʼ ἔχοντας ἀφῃρήμεθα καὶ τὸ λοιπὸν μηδενὶ δοῦναι ταῦτʼ ἐξεῖναι νόμον τεθήκαμεν .
20.56νὴ Δίʼ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων ταῦτʼ ἦσαν · τουτὶ γὰρ παρὰ πάντʼ ἔσται τὸν λόγον αὐτοῖς . ἔπειτʼ ἐκεῖνʼ ἀγνοεῖν φήσομεν , ὅτι τὴν ἀξίαν , ὅταν διδῶμεν , δεῖ σκοπεῖν , οὐ μετὰ ταῦθʼ ὕστερον χρόνῳ παμπληθεῖ ; τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἔργον ἀνθρώπων ἐστί · τὸ δὲ τοὺς ἔχοντας ἀφαιρεῖσθαι φθονούντων , τοῦτο δʼ οὐ δεῖ δοκεῖν ὑμᾶς πεπονθέναι .
20.57καὶ μὴν οὐδʼ ἐκεῖνʼ ὀκνήσω περὶ τῆς ἀξίας αὐτῆς πρὸς ὑμᾶς εἰπεῖν . ἐγὼ γὰρ οὐ τὸν αὐτὸν τρόπον νομίζω πόλει τὸν ἄξιον ἐξεταστέον εἶναι καὶ ἰδιώτῃ · οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ σκέψις . ἰδίᾳ μὲν γὰρ ἕκαστος ἡμῶν σκοπεῖ τίς ἄξιός ἐστιν ἑκάστου κηδεστὴς ἢ τῶν τοιούτων τι γίγνεσθαι , ταῦτα δὲ καὶ νόμοις τισὶ καὶ δόξαις διώρισται · κοινῇ δʼ ἡ πόλις καὶ ὁ δῆμος , ὅστις ἂν αὐτὸν εὖ ποιῇ καὶ σῴζῃ , τοῦτο δʼ οὐ γένει καὶ δόξῃ κρινόμενον ἴδοι τις ἄν , ἀλλʼ ἔργῳ . ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ , τὸν βουλόμενον εὖ ποιεῖν ἡμᾶς ἐάσομεν , ἐπειδὰν δὲ πάθωμεν , τότε τὴν ἀξίαν τοῦ ποιήσαντος σκεψόμεθα ; οὐκ ἄρʼ ὀρθῶς βουλευσόμεθα .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.53 | Dem. 20.56 (English) | >>Dem. 20.60 |